(Part 3) THREE ANCIENT TRINITARIAN HISTORIANS SAY ORIGEN BELIEVED JESUS WAS CREATED


ORIGEN CALLS JESUS "THE FIRST-BORN OF ALL CREATION"

= X (57) IN GREEK QUOTING FROM COL 1:15


Greek concordance of Origen works:

(πρωτοτόκος πάσης κτίσεως)


Commentarii in Romanos x 2
1x [00138] ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ» *** καὶ ἁρμόζει γε τὸ | «Ὃν προέθετο» τῇ τοῦ Ἰησοῦ μᾶλλον ψυχῇ ἢ τῷ Μονογενεῖ καὶ πρωτοτόκῳ πάσης κτίσεως·
2x [00349] λόγος γὰρ καὶ ἀλήθεια καὶ σοφία καὶ δικαιοσύνη καὶ τὰ ἄλλα πάντα, ὅσα ἐστὶν ὁ Σωτὴρ ἡμῶν ὁ πρωτοτόκος πάσης κτίσεως, προσάγει τῷ ἐπὶ πᾶσιν Θεῷ καὶ Πατρὶ τὸν ἑαυτὸν τούτοις ἐπιδεδωκότα *** Καὶ ὅρα πηλίκον ἐστὶν τὸ κατὰ τὴν χάριν ὡς περὶ ὀλίγων ἀναγεγράφθαι τὸ «Εὗρεν χάριν ἐνώπιον τοῦ Θεοῦ».

Commentarii in evangelium Joannis x 21
3x [00100] Ἕκαστον γὰρ εὐαγγέλιον, σύστημα ἀπαγγελλομένων ὠφελίμων τῷ πιστεύοντι καὶ μὴ παρεκδεξαμένῳ τυγχάνον ὠφέλειαν ἐμποιοῦν, κατὰ τὸ εὔλογον εὐφραίνει, διδάσκον τὴν δι' ἀνθρώπους τοῦ πρωτοτόκου πάσης κτίσεως Χριστοῦ Ἰησοῦ σωτήριον αὐτοῖς ἐπιδημίαν.
4x [00287] εἴπερ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου ὁ πρωτότοκος πάσης κτίσεως, ἀρχὴ αὐτοῦ ὁ πατήρ ἐστιν.
5x [00296] [1.18.108] Καὶ τάχα διὰ τοῦτο οὐ μόνον πρωτότοκός ἐστιν πάσης κτίσεως, ἀλλὰ καὶ «Ἀδάμ», <ὃ> ἑρμηνεύεται «ἄνθρωπος».
6x [00494] [1.26.175] Οὐκ ἀποσιωπήσουσι δὲ οὗτοι καὶ τὸ τὸν πρωτότοκον πάσης κτίσεως διὰ τὴν πρὸς τὸν ἄνθρωπον ὑπὲρ πάντα τιμὴν ἄνθρωπον μὲν γεγονέναι, οὐ μὴν ζῷόν τι τῶν ἐν οὐρανῷ·
7x [00513] [1.27.188] Σαφὲς δὲ ὅτι κυρίως τῆς εἰλικρινοῦς καὶ ἀμιγοῦς πρός τι ἕτερον ζωῆς ἡ ἀρχὴ ἐν τῷ πρωτοτόκῳ πάσης κτίσεως τυγχάνει·
8x [00522] [1.28.192] Καὶ πῶς οἷόν τε τὸν πρωτότοκον πάσης κτίσεως, οὐκ ὄντα βασιλέα, ὕστερον βασιλέα γεγονέναι διὰ τὸ ἠγαπηκέναι δικαιοσύνην, καὶ ταῦτα τυγχάνοντα δικαιοσύνην;
9x [00528] [1.28.195] Ἡγοῦμαι οὖν «βασιλέα» μὲν λέγεσθαι τὴν προηγουμένην τοῦ πρωτοτόκου πάσης κτίσεως φύσιν, ᾗ δίδοται διὰ τὸ ὑπερέχειν τὸ κρίνειν·
10x [00805] πᾶν δὲ τὸ παρὰ τὸ αὐτόθεος μετοχῇ τῆς ἐκείνου θεότητος θεοποιούμενον οὐχ «ὁ θεὸς» ἀλλὰ «θεὸς» κυριώτερον ἂν λέγοιτο, οὗ πάντως «ὁ πρωτότοκος πάσης κτίσεως», ἅτε πρῶτος τῷ πρὸς τὸν θεὸν εἶναι σπάσας τῆς θεότητος εἰς ἑαυτόν, ἐστὶ τιμιώτερος, τοῖς λοιποῖς παρ' αὐτὸν θεοῖς ὧν ὁ θεὸς θεός ἐστι κατὰ τὸ λεγόμενον·
11x [01043] «Ἐνετείλατο» γὰρ ὁ ἀγένητος θεὸς τῷ πρωτοτόκῳ πάσης κτίσεως «καὶ ἐκτίσθησαν», οὐ μόνον ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ, ἀλλὰ καὶ τὰ λοιπὰ πάντα, «εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι·
12x [01312] [2.31.187] Καὶ οὐδὲν θαυμαστὸν τοῦ πρωτοτόκου πάσης κτίσεως ἐνσωμα τουμένου κατὰ φιλανθρωπίαν ζηλωτάς τινας καὶ μιμητὰς γεγονέναι Χριστοῦ, ἀγαπήσαντας τὸ διὰ τοῦ ὁμοίου <αὐ>τοῦ σώματος ὑπηρετῆσαι τῇ εἰς ἀνθρώπους αὐτοῦ χρηστότητι.
13x [03220] [10.39.264] Ὁ μὲν οὖν τις πραγμάτων αὑτὸν ἀπαλλάττων τῷ ἀπογινώσκειν ἕκαστον δύνασθαι τῶν κατὰ τὸν ναὸν ἀναφέρειν ἐπὶ τὸ σῶμα, ὁποτέρως ἂν ἔχῃ, ἐπὶ τὸ ἁπλούστερον καταφεύ ξεται, λέγων διὰ τοῦτο σῶμα ἑκατέρως νοούμενον τὸν ναὸν ὠνομάσθαι, ἐπεὶ ὥσπερ ὁ ναὸς δόξαν εἶχεν θεοῦ κατασκηνοῦ σαν ἐν αὐτῷ, οὕτως εἰκόνα καὶ δόξαν θεοῦ ὑπάρχοντα τὸν πρωτότοκον πάσης κτίσεως, τὸ σῶμα ἢ τὴν ἐκκλησίαν ἀγαλ ματοφοροῦντα ναὸν εὐλόγως εἰρῆσθαι θεοῦ.
14x + 15x [03258] [10.41.286] Ἐφίστημι δὲ μήποτε ὁ μὲν Σαλομὼν εἰς τὸν πρωτότοκον πάσης κτίσεως λαμβάνεσθαι δύναται, ὁ δὲ Χειρὰμ εἰς ὃν ἀνείληφεν οὗτος ἄνθρωπον, ἀπὸ τῆς τῶν ἀνθρώπων συνοχῆς Τύριοι γὰρ ἑρμηνεύονται «συνέχοντες» τῇ φύσει τὸ γένος ἔχοντα, ὅστις πεπληρωμένος πάσης τέχνης καὶ συνέ σεως καὶ ἐπιγνώσεως εἰσήχθη, συνεργῶν τῷ πρωτοτόκῳ πάσης κτίσεως, ἵνα οἰκοδομήσῃ τὸν ναόν, ἐν ᾧ καὶ θυρίδες παρακυπτόμεναι κρυπταὶ κατασκευάζονται πρὸς <τὸ> τὰς ἐλλάμψεις τοῦ φωτὸς τοῦ θεοῦ σωτηρίως δυνηθῆναι χωρῆσαι, καὶ τί με δεῖ λέγειν καθ' ἕκαστον;
16x [04598] τῇ θειοτέρᾳ φύσει διαλεγό μενος ἔφασκεν ταῦτα καί, ὡς ἂν εἴποι τις, καθ' ὃ πρωτότοκος πάσης [19.2.11] κτίσεως ἦν.
17x [04979] τάχα γὰρ ὁ σωτὴρ οὐκ ἐκ τοῦ οὐρανοῦ ἦν, μάλιστα καθ' ὃ πρωτότοκος πάσης κτίσεως ἦν.
18x [05023] [19.22.147] Ζητήσεις δὲ εἰ κατά τι τῶν σημαινομένων δύναται ὁ πρωτό τοκος πάσης κτίσεως εἶναι κόσμος, καὶ μάλιστα καθ' ὃ «σοφία» ἐστὶν ἡ πολυποίκιλος·
19x [05045] ἔτι δὲ μᾶλλον νοήσεις τί ἐστιν «Ἐὰν γὰρ μὴ πιστεύητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρ «τίαις ὑμῶν», ἅ ἐστιν ὁ πρωτότοκος πάσης κτίσεως ἀναλογιζόμενος.
20x [05760] εἰ δὲ διπλασιόνως ἕτερος παρ' ἕτερον υἱὸς γίνεται θεοῦ, διὰ τί οὐχὶ καὶ πολλαπλασιόνως καὶ τοσαυταπλα σιόνως ὁποσαπλασιόνως ἄξιον νοεῖν εἶναι τὸν πρωτότοκον πάσης κτίσεως υἱὸν τοῦ θεοῦ παρὰ τοὺς λοιποὺς υἱοὺς τοῦ θεοῦ καὶ τοὺς μηκέτι πνεῦμα δουλείας ἔχοντας εἰς φόβον, ἀλλ' εἰληφότας πνεῦμα [20.34.304] υἱοθεσίας;
21x [05901] τοῦτον οὖν τὸν θάνατον οὐ θεωρήσει εἰς τὸν αἰῶνα ὁ τὸν λόγον τοῦ μονογενοῦς καὶ πρωτοτόκου πάσης κτίσεως τηρήσας,
[20.39.368] πεφυκότα κωλύειν θεωρεῖσθαι τὸν θάνατον.
22x [06474] ἀνεπίδεκτος γὰρ ἡ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, ὁ πρωτότοκος πάσης κτίσεως, θανά [28.18.160] του.
23x [07092] ἢ εἰ ἀνάπαλιν τὰ μὲν περὶ αὐτὸν ἀνθρώπινα προσίοιτο, τὴν δὲ ὑπόστασιν τοῦ μονογενοῦς καὶ πρωτοτόκου πάσης κτίσεως ἀθετοῖ, καὶ οὗτος ἂν οὐ δύναιτο λέγειν πᾶσαν ἔχειν τὴν [32.16.194] πίστιν.

Commentarium in evangelium Matthaei x 5
24x [02061] αὕτη τοίνυν ἡ βασιλεία τῶν οὐρανῶν, ἡνίκα «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» ἐγένετο, ἵνα «περὶ ἁμαρτίας» κατακρίνῃ «τὴν ἁμαρτίαν», ἡνίκα «μὴ γνόντα» αὐτὸν «ἁμαρ τίαν ἐποίησεν ὑπὲρ ἡμῶν ἁμαρτίαν» τῶν «τῆς ἁμαρτίας» ἡμῶν φορούντων σῶμα, ὡμοιώθη ἀνθρώπῳ βασιλεῖ τῷ κατὰ τὸν Ἰησοῦν νοουμένῳ, ἑνωθεῖσα αὐτῷ, πλεῖον (εἰ δεῖ οὕτω τολμήσαντα εἰπεῖν) ἔχοντι πρὸς τὸ ἡνῶσθαι καὶ πάντη ἓν γενέσθαι τῷ πρωτοτόκῳ «πάσης κτίσεως», εἰ «ὁ κολλώμενος τῷ κυρίῳ» «ἓν πνεῦμα» πρὸς αὐτὸν γίνεται.
25x [03269] Γενόμενος δὲ ἅπαξ κατὰ τὸν τό πον ὑπομνήσαιμ' ἂν τοὺς φαντασίᾳ δοξολογίας τῆς περὶ τοῦ Χριστοῦ συγχέαντας τὰ περὶ τοῦ πρωτοτόκου πάσης κτίσεως τοῖς περὶ τῆς ψυ χῆς καὶ τοῦ σώματος Ἰησοῦ, τάχα δὲ καὶ τοῦ πνεύματος αὐτοῦ, καὶ ἓν πάντη ἀσύνθετον οἰομένους εἶναι τὸ ὀφθὲν καὶ ἐπιδημῆσαν τῷ βίῳ, ὅτι μὴ ὑγιῶς λέγουσι.
26x [03270] πυθώμεθα γὰρ αὐτῶν εἰ ἡ θειότης τῆς εἰκόνος «τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ ἡ ὑπεροχὴ τοῦ πρωτοτόκου «πάσης κτίσεως», εἰ ἐκεῖνος ἐν ᾧ «ἔκτισται τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξου σίαι» λύτρον ἐδόθη ἀντὶ πολλῶν·
28x [03273] πλὴν σήμερον οὐ λύω τὸν Ἰησοῦν ἀπὸ τοῦ Χριστοῦ, ἀλλὰ πολλῷ πλέον οἶδα ἓν εἶναι Ἰησοῦν τὸν Χριστὸν καὶ τὴν ψυχὴν αὐτοῦ πρὸς τὸν πρωτότοκον «πάσης κτίσεως» ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ, ὡς πλέον (εἰ δεῖ οὕτως ὀνομάσαι) εἶναι ἓν ὅλον τοῦτο, ἤπερ «ὁ κολλώ μενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν».
29x [04059] πλὴν οὐχ ἡ ὑπεροχὴ αὐτοῦ ἐν τῷ προ φήτην αὐτὸν εἶναι ἦν ἀλλ' ἐν τῷ υἱὸν θεοῦ πρωτότοκον «πάσης κτίσεως» καὶ εἰκόνα «τοῦ θεοῦ τοῦ ἀοράτου», ἐν ᾧ «ἐκτίσθη τὰ πάντα ἐν τῷ οὐρα νῷ καὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα», καὶ τὰ ἑξῆς.

Contra Celsum x 14
30x [01284] [2.25] Ἐλέγομεν δὴ καὶ ἐν τοῖς ἀνωτέρω ὅτι αἱ μέν τινες εἰσὶ φωναὶ τοῦ ἐν τῷ Ἰησοῦ πρωτοτόκου πάσης κτίσεως ὡς ἡ·
31x [01331] ἐν οἷς ἀπεδείκνυτο ὁ πάσης κτίσεως πρωτότοκος ἀνειληφὼς σῶμα καὶ ψυχὴν ἀνθρωπίνην, καὶ ὅτι ὁ θεὸς ἐνετείλατο περὶ τῶν τοσούτων ἐν κόσμῳ, καὶ ἐκτίσθη, καὶ ὅτι ὁ τὴν ἐντολὴν λαβὼν ὁ θεὸς λόγος ἦν.
32x [05025] Ὅπερ εἰ οὕτως ἔχει, οὐκ εἰσὶ δύο ἡ ψυχὴ τοῦ Ἰησοῦ πρὸς τὸν πάσης κτίσεως πρωτότοκον θεὸν λόγον.
34x [05027] ἐὰν δ' ὁ θεῖος λόγος φάσκῃ κολλᾶσθαι ὑπὸ τῆς ἀρετῆς καὶ ἑνοῦσθαι τῷ αὐτολόγῳ τὸν τέλειον, ὡς κατὰ τοῦτο ἀναβεβηκότας μὴ χωρίζειν ἡμᾶς τὴν Ἰησοῦ ψυχὴν τοῦ πρωτοτόκου πάσης κτίσεως, γελᾷ τὸ λέγεσθαι υἱὸν θεοῦ Ἰησοῦν, οὐχ ὁρῶν, τίνα ἐστὶ τὰ περὶ αὐτοῦ ἐν ἀπορρήτῳ μυστικῶς ἐν ταῖς θείαις γραφαῖς λεγόμενα.
35x [05030] Εἴπερ οὖν τοῦτο οὐκ εὐκα ταφρόνητον ὡς οἶμαι ἔχει ἀκολουθίαν, τί χαλεπὸν τῇ ἄκρᾳ καὶ ἀνυπερβλήτῳ κοινωνίᾳ πρὸς τὸν αὐτολόγον τὴν Ἰησοῦ ψυχὴν καὶ ἁπαξαπλῶς τὸν Ἰησοῦν μὴ κεχωρίσθαι τοῦ μονογενοῦς καὶ πρωτοτόκου πάσης κτίσεως μηδ' ἕτερον ἔτι τυγχάνειν αὐτοῦ;
36x [05233] Ζητητέον δὲ καί, εἰ οὐσίαν μὲν οὐσιῶν λεκτέον καὶ ἰδέαν ἰδεῶν καὶ ἀρχὴν τὸν μονογενῆ καὶ πρωτότοκον πάσης κτίσεως ἐπέκεινα δὲ πάντων τούτων τὸν πατέρα αὐτοῦ καὶ θεόν.
38x [05298] μετέδωκε γὰρ ἑαυτοῦ καὶ τῆς μεγαλειότητος τῷ μονογενεῖ καὶ πρωτοτόκῳ πάσης κτίσεως ἵν' εἰκὼν αὐτὸς τυγχάνων τοῦ ἀοράτου θεοῦ καὶ ἐν τῷ μεγέθει σῴζῃ τὴν εἰκόνα τοῦ πατρός.
39x [05634] Εἰ δέ τι θεῖον ἐν τῷ κατ' αὐτὸν νοουμένῳ ἀνθρώπῳ ἐτύγχανεν, ὅπερ ἦν ὁ μονο γενὴς τοῦ θεοῦ καὶ ὁ πρωτότοκος πάσης κτίσεως, ὁ λέγων·
40x [05761] διὸ καὶ θεὸν οὐδεὶς ἑώρακε πώποτε, καὶ εἰκὼν λέγεται εἶναι τοῦ ἀοράτου θεοῦ ὁ πρωτότοκος πάσης κτίσεως, ὡς εἰ ἔλεγεν ἀσωμάτου.
41x [05953] Νοήσας τις οὖν πῶς δεῖ ἀκούειν περὶ μονογενοῦς θεοῦ υἱοῦ τοῦ θεοῦ, τοῦ πρωτοτόκου πάσης κτίσεως, καθότι ὁ λόγος γέγονε σάρξ, ὄψεται πῶς ἰδών τις τὴν εἰκόνα τοῦ ἀοράτου θεοῦ γνώσεται τὸν πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντός.
42x [06170] ὅπερ ἡμῖν ἀπαγορεύεται, διδασ κομένοις μὴ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα ἀλλ' εἰδέναι μὲν ὅτι Ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ καὶ ὅτι Ἡ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται καὶ ὅτι Τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι, καὶ μὴ μὴν καὶ δεῖν τὰ ἐπὶ τῇ δουλείᾳ τῆς φθορᾶς καὶ ἐπὶ τῇ ματαιότητι ὑποτεταγμένα καὶ ἐπ' ἐλπίδι κρείττονι ταῦτα πράττοντα ἐν χώρᾳ τιμᾶν θεοῦ τοῦ ἀνενδεοῦς ἢ τοῦ υἱοῦ αὐτοῦ καὶ πρωτοτόκου πάσης κτίσεως.
43x [06224] Χρεία δὲ τῷ μέλλοντι εἰς ταῦτα λέγειν καλῶς, ἵνα περὶ Χριστιανῶν ἀπολογήσηται, ἐκτρεπομένων ἄλλο τι σέβειν παρὰ τὸν ἐπὶ πᾶσι θεὸν καὶ τὸν πρωτότοκον πάσης κτίσεως λόγον αὐτοῦ, διηγήσασθαι καὶ τὸ Πάντες, ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί, καὶ οὐκ ἤκουσεν αὐτῶν τὰ πρόβατα καὶ τὸ Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ, καὶ εἴ τι ἄλλο τούτοις εἴρηται παραπλήσιον ἐν τοῖς ἱεροῖς γράμμασιν, ὥσπερ καὶ τὸ Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ καὶ τὸ Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δρά κοντα.
44x [06391] Ἀγάλματα δὲ καὶ πρέποντα θεῷ ἀναθήματα, οὐχ ὑπὸ βαναύσων τεχνιτῶν κατεσκευασμένα ἀλλ' ὑπὸ λόγου θεοῦ τρανούμενα καὶ μορφούμενα ἐν ἡμῖν, αἱ ἀρεταί, μιμήματα τυγχάνουσαι τοῦ πρωτοτόκου πάσης κτίσεως, ἐν ᾧ ἐστι δικαιοσύνης καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ σοφίας καὶ εὐσεβείας καὶ τῶν λοιπῶν ἀρετῶν παραδείγματα.
45x [06484] μόνῳ γὰρ προσευκτέον τῷ ἐπὶ πᾶσι θεῷ, καὶ προσευκτέον γε τῷ μονογενεῖ καὶ πρωτοτόκῳ πάσης κτίσεως λόγῳ θεοῦ, καὶ ἀξιωτέον αὐτὸν ὡς ἀρχιερέα τὴν ἐπ' αὐτὸν φθάσασαν ἡμῶν εὐχὴν ἀναφέρειν ἐπὶ τὸν θεὸν αὐτοῦ καὶ θεὸν ἡμῶν καὶ πατέρα αὐτοῦ καὶ πατέρα τῶν βιούντων κατὰ τὸν λόγον τοῦ θεοῦ.

De oratione x 1
46x [00769] ὁ δὲ θέλων [20οὐρανὸν] εἶναι τὸν σωτῆρα τὴν δὲ [20γῆν] ἐκκλησίαν, τὸν πρωτότοκον «πάσης κτίσεως,» ᾧ ὁ πατὴρ ὡς θρόνῳ ἐπαναπαύεται, φάσκων εἶ ναι τὸν [20οὐρανὸν20,] εὕροι ἂν «τὸν» «ἄνθρωπον,» ὃν ἐνεδύσατο οἰκειω θέντα ἐκείνῃ τῇ δυνάμει διὰ τὸ τεταπεινωκέναι «ἑαυτὸν» καὶ γενό μενον ὑπήκοον «μέχρι θανάτου,» λέγειν μετὰ τὴν ἀνάστασιν τό·

Dialogus cum Heraclide x 1
47x [00027] «Οὐκοῦν Θεὸς ἦν Θεοῦ υἱὸς ὁ μονογενὴς τοῦ Θεοῦ, «ὁ πρωτότοκος πάσης κτίσεως», καὶ οὐ δεισιδαιμονοῦμεν πῇ μὲν εἰπεῖν δύο Θεούς, πῇ δὲ εἰπεῖν ἕνα Θεόν;» Ἡρακλείδης εἶπεν·

Exhortatio ad martyrium x 3
48x [00091] οὕτως ὁ χρηματίζων, καὶ μάλιστα ἐὰν φαίνηται «ὁ πρωτότοκος εἶναι πάσης κτίσεως», φησὶ πρὸς τὴν νύμφην ψυχὴν θεὸς εἶναι ζηλωτὴς, πάσης τῆς πρὸς τὰ δαιμόνια πορνείας καὶ τοὺς νομιζομένους εἶναι θεοὺς ἀφιστὰς τοὺς ἀκροωμένους·
49x [00464] «καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ», ἐφίστημι, μή ποτε ὁ μὲν «πάσης κτίσεως» «πρωτότοκος», ἡ «εἰκὼν τοῦ ἀοράτου θεοῦ», ὁμολογήσῃ τὸν ὁμολογήσαντα ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς, ὁ δὲ γενόμενος «ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα» καὶ διὰ τοῦτο «υἱὸς ἀνθρώπου» τυγχάνων καὶ γενόμενος ἐκ γυναικὸς καὶ αὐτῆς οὔσης ἀνθρώπου καὶ διὰ τοῦτο χρηματίζων «υἱὸς ἀνθρώπου», ὅσπερ νοεῖται ὁ κατὰ τὸν Ἰησοῦν ἄνθρωπος, ὁμολο γήσῃ τοὺς ὁμολογήσαντας «ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ.».
50x [00467] ὁ δὲ ὁμολογούμενος ὑπὸ τοῦ πάσης κτίσεως πρωτοτόκου καὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου συνίσταται διὰ τῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου ὁμολογίας τῷ ἐν τοῖς οὐρανοῖς πατρὶ καὶ τοῖς ἀγγέλοις τοῦ θεοῦ.

Fragmenta de principiis x 2
51x [00103] (Οὗτος δὴ ὁ υἱὸς ἐκ θελή-ματος τοῦ πατρὸς ἐγενήθη, «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ «ἀπαύγασμα τῆς δόξης αὐτοῦ χαρακτήρ τε τῆς ὑποστάσεως αὐτοῦ», «πρω-τότοκος πάσης κτίσεως», κτίσμα, σοφία·
52x [00121] (Οὐ δήπου γὰρ ἡ «τεταραγμένη» καὶ «περίλυπος» οὖσα ψυχὴ ὁ «μονογενὴς» καὶ «πρωτότοκος πάσης κτίσεως» ἐτύγ-χανεν οὖσα.

In Jeremiam x 3
53x [00104] εἰ καὶ δύνασαι ἐπὶ τὸν σωτῆρα ἀναγα γεῖν τὸ «οὐκ οἶδεν», καὶ δύνασαι λέγειν ἐπὶ τὸν σωτῆρα τὸ τοιοῦτο καὶ «παιδίον» αὐτὸν λαμβάνειν, οὐ προσκόπτει σοι ταῦτα λέγειν περὶ τοῦ «μονογενοῦς», περὶ τοῦ «πρω τοτόκου πάσης κτίσεως», περὶ τοῦ πρὶν συλλήψεως εὐαγγελισθέντος κατὰ τὸ «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι»;
54x [00123] «Οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι», νεώτερος δὲ διὰ τὴν γένεσιν τὴν σωματικήν, πρεσβύτερος δὲ κατὰ τὸ «πρωτότοκος πάσης κτίσεως», νεώτερος, ὅτι «ἐπὶ συντελείᾳ τῶν αἰώνων» ἦλθεν <καὶ> ὕστερον τῷ βίῳ ἐπιδεδήμηκε.
55x [02366] ἐκ τοῦ † τοὺς νομίζοντας ὅτι ἄν θρωπος μὲν τοῦ θεοῦ ὁ υἱὸς ἦν ὁ σωτήρ (ἐτόλμησαν γὰρ μετὰ τῶν πολλῶν τῶν ἀνθρωπίνων κακῶν καὶ τοῦτο εἰπεῖν ὅτι οὐκ ἔστι θεὸς «ὁ μονογενής», «ὁ πρωτότοκος πάσης κτίσεως»)·

Selecta in Psalmos x 2
56x [07666] «Εἰκὼν γάρ ἐστι τοῦ Θεοῦ τοῦ ἀοράτου, Πρωτότοκος πάσης κτίσεως.».
57x [08800] Πάσας γὰρ ἀνέλαβε κατ' ἀξίαν τῆς ὑποστάσεως Πρωτοτόκου πάσης κτίσεως.

TOTAL = (57)

NOTE: Total may not be accurate. This is an old concordance and new fragments or MSS of Origen may have turned up in the mean time and I cannot vouch totaly that this is (every) occurance of the phrase in Origen.

Popular Posts